Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 17.336 Joseph. AJ 17.341 (English) >>Joseph. AJ 17.345

17.339

Ἀρχέλαος δὲ τὴν ἐθναρχίαν παραλαβὼν ἐπεὶ εἰς Ἰουδαίαν ἀφικνεῖται, Ἰωάζαρον τὸν Βοηθοῦ ἀφελόμενος τὴν ἀρχιερωσύνην ἐπικαλῶν αὐτῷ συστάντι τοῖς στασιώταις Ἐλεάζαρον τὸν ἐκείνου ἐπικαθίσταται ἀδελφόν. 17.340ἀνοικοδομεῖ δὲ καὶ τὸ ἐν Ἱεριχοῦντι βασίλειον ἐκπρεπῶς, τῶν τε ὑδάτων ὁπόσα Νεαρὰν τὴν κώμην ὠφελεῖ ἐπιρρέοντα ἐξ ἡμισείας ἀπέστρεψεν ἐπαγωγὴν αὐτῷ ποιούμενος τῷ πεδίῳ φοίνιξιν ὑπʼ αὐτοῦ πεφυτευμένῳ, κώμην τε κτίσας Ἀρχελαΐδα ὄνομα αὐτῇ τίθεται. 17.341καὶ τοῦ πατρίου παράβασιν ποιησάμενος Γλαφύραν τὴν Ἀρχελάου μὲν θυγατέρα, Ἀλεξάνδρου δὲ τοῦ ἀδελφοῦ γαμετὴν γενομένην, ἐξ οὗ καὶ τέκνα ἦν αὐτῇ, ἀπώμοτον ὂν Ἰουδαίοις γαμετὰς ἀδελφῶν ἄγεσθαι, γαμεῖ. διατρίβει δὲ οὐδὲ Ἑλεάζαρος ἐν τῇ ἱερωσύνῃ ἐπικατασταθέντος αὐτῷ ζῶντι Ἰησοῦ τοῦ Σεὲ παιδός. 17.342

Δεκάτῳ δὲ ἔτει τῆς ἀρχῆς Ἀρχελάου οἱ πρῶτοι τῶν ἀνδρῶν ἔν τε Ἰουδαίοις καὶ Σαμαρεῦσι μὴ φέροντες τὴν ὠμότητα αὐτοῦ καὶ τυραννίδα κατηγοροῦσιν αὐτοῦ ἐπὶ Καίσαρος, καὶ μάλιστα ἐπεὶ ἔγνωσαν αὐτὸν παραβεβηκότα τὰς ἐντολὰς αὐτοῦ, ἵνα ἐπιεικῶς ἀναστραφῇ τὰ πρὸς αὐτούς. 17.343 τοίνυν Καῖσαρ ὡς ἤκουσεν, ὀργῇ φέρων τὸν ἐπίτροπον τὸν Ἀρχελάου τῶν ἐν Ῥώμῃ πραγμάτων, Ἀρχέλαος δὲ καὶ τούτῳ ὄνομα ἦν, μετακαλέσας γράφειν μὲν Ἀρχελάῳ ταπεινὸν ἡγεῖται, “σὺ δὲ παραχρῆμα, φησίν, πλέων μηδὲν



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 17.336 Joseph. AJ 17.341 (English) >>Joseph. AJ 17.345

Powered by PhiloLogic